1 John 2:2

2καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.

1 John 3:5

5καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς
 ἁμαρτίας = WH Treg NA/NIV: || ἁμαρτίας ἡμῶν = RP
ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.

1 John 4:10

10ἐν τούτῳ ἐστὶν ἀγάπη, οὐχ ὅτι ἡμεῖς
 ἠγαπήκαμεν = WH NA/NIV: || ἠγαπήσαμεν = Treg RP
ἠγαπήκαμεν τὸν θεόν, ἀλλ᾽ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.

Revelation of John 1:5

5καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, μάρτυς πιστός, πρωτότοκος τῶν νεκρῶν καὶ ἄρχων τῶν βασιλέων τῆς γῆς.

Τῷ ἀγαπῶντι ἡμᾶς καὶ
 λύσαντι = WH Treg NA/NIV: || λούσαντι = RP
λύσαντι ἡμᾶς
 ἐκ = WH Treg NA/NIV: || ἀπὸ = RP
ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ—
Copyright information for SBLG